“Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη.” (Ἀπὸ τὸ ἀνάγνωσμα τοῦ ἑσπερινοῦ τῆς Ἁγίας Παρασκευῆς-Παροιμίες λα-10)
” Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι’ ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Παρασκευὴ πανεύφημε.”
“Ἐκ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ, σεαυτὴν ἀναθεῖσα διηνεκῶς, (ἀφιερωμένη στὸ Χριστὸ ἀπὸ τὰ παιδικά σου χρόνια) αὐτῷ εὐηρέστησας τῷ Σωτῆρι τῶν ὅλων, καί τυράννων θράση, στερρῶς κατεπάτησας, (ἔγινες ἀρεστὴ σ’ Αὐτὸν καὶ δὲν ὑποτάχθηκες στὸ θράσος τῶν τυράννων) καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας· ὅθεν ὁ Χριστὸς σοι, τοῖς στεφάνοις κοσμήσας, ἐνδόξως εἰσήγαγεν, εἰς νυμφῶνα οὐράνιον, Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.” ( Ἀπὸ τὸν Ὄρθρο τῆς σημερινῆς γιορτῆς τῆς Ἁγίας Παρασκευῆς.) Details

