-
…ΚΑΤΗΣΧΥΝΑΝ ΤΥΡΑΝΝΟΥΝΤΩΝ ΦΡΥΑΓΜΑ ΚΑΙ ΜΑΝΙΑΝ ΑΣΧΕΤΟΝ
Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει τοῦ κόσμου τὸ καύχημα.
Σοφίας τῆς ἄνωθεν Χριστοῦ, πλουσίως ἐμφορούμεναι, τῆς ἐκλεκτῆς Σοφίας καὶ ἔμφρονος, αἱ θυγατέρες αἱ τρεῖς κατῄσχυναν, τυραννούντων φρύαγμα, καὶ μανίαν ἄσχετον, ῥητορεύουσαι θεῖα διδάγματα. (Ἀπὸ τὸν Ὄρθρο τῆς σημερινῆς ἑορτῆς)

