“Ἀδελφοί, παρακαλοῦμεν ὑμᾶς, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ ᾽Ιησοῦ εἰς ὑμᾶς.
Τὸ Πνεῦμα μὴ σβέννυτε. Προφητείας μὴ ἐξουθενεῖτε.
Πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ τηρηθείη.”
“Σᾶς παρακαλοῦμε ἐπίσης ἀδελφοί, νὰ συμβουλεύετε τοὺς ἄτακτους, νὰ στηρίζετε τοὺς λιγόψυχους, νὰ βοηθᾶτε τοὺς ἀδύνατους, νἄχετε μεγάλη καρδιὰ γιὰ ὅλους. Προσέχετε μήπως κανένας ἀνταποδώσει στὸν ἄλλο κακὸ στὸ κακό. Πάντοτε νὰ ἐπιδιώκετε τὸ καλὸ κι ἀναμεταξύ σας καὶ σ’ ὅλους. Πάντοτε χαρούμενοι, ἀσταμάτητα προσευχόμενοι, εὐχαριστοῦντες τὸ Θεὸ γιὰ τὸ κάθε τι. Αὐτὸ εἶναι τὸ θέλημα τοῦ Θεοῦ γιὰ σᾶς, στὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ. Τὸ Πνεῦμα μὴ τὸ καταστρέφετε, τὶς προφητεῖες μὴ περιφρονεῖτε. Ὅλα νὰ τὰ δοκιμάζετε, τὸ καλὸ νὰ τὸ κρατᾶτε. Μακρυὰ ἀπὸ κάθε πονηρό. Ὁ Θεὸς τῆς εἰρήνης νὰ σᾶς κάμει ὁλότελα ἁγίους. Τὸ πνεῦμα σας ὅλο κι ἡ ψυχὴ καὶ τὸ σῶμα, νὰ διατηρηθοῦνε καθαρὰ στὸν ἐρχομὸ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.” (Μετάφραση Νίκου Ψαρουδάκη τοῦ σημερινοῦ ἀποστολικοῦ ἀναγνώσματος – Πρὸς Θεσσαλονικεῖς Α΄ ε’ :14-23) Details

