Ἀπὸ τὴν τέταρτη ἑκατοντάδα κεφαλαίων “Περί ἀγάπης”

νε΄.  Ὁ ἀγαπῶν τόν Χριστόν, πάντως καί μιμεῖται αὐτόν κατά δύναμιν. Οἶον, ὁ Χριστός τούς ἀνθρώπους εὐεργετῶν οὐκ ἐπαύσατο· καί ἀχαριστούμενος καί βλασφημούμενος, ἐμακροθύμει· καί τυπτόμενος ὑπ᾿ αὐτῶν καί φονευόμενος, ὑπέμενε, μηδενί τό σύνολον τό κακόν λογιζόμενος. Ταῦτα δέ τά τρία, τά ἔργα εἰσί τῆς εἰς τόν πλησίον ἀγάπης, ὧν χωρίς ὁ λέγων ἀγαπᾷν τόν Χριστόν, ἤ τῆς βασιλείας αὐτοῦ τυχεῖν, ἑαυτόν ἀπατᾷ· Οὐ γάρ ὁ λέγων μοι, φησί, Κύριε, Κύριε, οὗτος εἰσελεύσεται εἰς τήν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τό θέλημα τοῦ Πατρός μου. Καί πάλιν· Ὁ ἀγαπῶν ἐμέ, καί τάς ἐντολάς μου τηρήσει, καί τά ἑξῆς.

πγ΄. Ὁ δεῖνα ἐβλασφήμησε· μή μισήσῃς ἐκεῖνον, ἀλλά τήν βλασφημίαν, καί τόν βλασφημῆσαι παρασκευάσαντα δαίμονα. Εἰ δέ τόν βλασφημήσαντα μισεῖς, ἄνθρωπον ἐμίσησας, καί τήν ἐντολήν παρέβης· καί ὅπερ ἐκεῖνος τῷ λόγῳ ἐποίησε, ποιεῖς σύ τῷ ἔργῳ. Εἰ δέ τήν ἐντολήν φυλάττεις, τά τῆς ἀγάπης ἐπίδειξαι· καί εἴ τι δύνασαι, βοήθησον, ἵνα τοῦ κακοῦ αὐτόν ἀπαλλάξῃς.

πδ΄. Οὐ θέλει σε ὁ Χριστός μῖσος ἔχειν πρός ἄνθρωπον, ἤ λύπην ἤ ὀργήν ἤ (1069) μνησικακίαν τοσύνολον καθ᾿ οἱονδήποτε τρόπον, ἤ δι᾿ οἱονδήποτε πρᾶγμα πρόσκαιρον. Καί τοῦτο πάντη βοῶσι τά τέσσαρα Εὐαγγέλια.

ρ΄. Πολλοί μέν πολλά περί ἀγάπης εἰρήκασιν· ἐν μόνοις δέ τοῖς Χριστοῦ μαθηταῖς ταύτην ζητήσας, εὑρήσεις· ἐπεί καί μόνοι αὐτοί εἶχον τήν ἀληθινήν Ἀγάπην τῆς ἀγάπης διδάσκαλον, περί ἧς ἔλεγον· Ἐάν ἔχω προφητείαν, καί εἰδῶ τά μυστήρια πάντα, καί πᾶσαν τήν γνῶσιν, ἀγάπην δέ μή ἔχω, οὐδέν ὠφελοῦμαι. Ὁ οὖν κτησάμενος τήν ἀγάπην, αὐτόν τόν Θεόν ἐκτήσατο· ἐπειδή ὁ Θεός ἀγάπης ἐστίν. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Στὴν ἀποστολικὴ περικοπὴ τῆς περασμένης Κυριακῆς ποὺ σχολιάσαμε στὴ “Χ”, ὁ Χριστιανὸς καλεῖται, γιὰ νὰ γίνει καινούργιος ἄνθρωπος κατ’εἰκόνα Θεοῦ, νὰ ἀποβάλει μίσος, ὀργὴ καὶ θυμὸ κατὰ συνανθρώπου προσωπικά. Ὅπως συμπληρώνει ὁ ἅγιος Κασσιανὸς ὁ Ρωμαῖος, ποὺ κάνει διάκριση ἀνάμεσα στὸν «εὐλογημένο θυμὸ» ὁ ὁποῖος «ἔχει κατασπαρεῖ μέσα μας γιὰ τὴ σωτηρία μας, γιὰ νὰ θυμώνουμε ἐναντίον τῆς κακίας» καὶ ὄχι προσωπικὰ ἐναντίον τῶν συνανθρώπων μας.

Στὴν πολιτικὴ καὶ κοινωνικὴ ζωή, ὑλισμὸς τῆς ἀτομοκρατούμενης κοινωνίας εὐνοεῖ ὅλο καὶ περισσότερο ποικίλες λογικὲς μίσους καὶ στοχοποίησης συνανθρώπων μας, σὲ ἐπίπεδο προσωπικό, ἀλλὰ καὶ σὲ ἐπίπεδο κατηγοριῶν συνανθρώπων μας ποὺ στοχοποιοῦνται. Ὑπάρχουν καὶ περιπτώσεις ποὺ τὸ μίσος προσλαμβάνει καὶ προσωπεῖο “χριστιανικό”. Μὲ τὸν τρόπο αὐτὸ ξεχνᾶμε νὰ στρεφόμαστε ἐναντίον τῆς κακίας καὶ εἰδικότερα τῶν αἰτίων ποὺ προκαλοῦν τὰ δεινά, ἀφήνοντας τοὺς αὐτουργοὺς ἀνενόχλητους νὰ ἀναπαράγουν τὴν κακία.  

Γι’ αὐτὸ καὶ εἶναι ἄκρως ἐπίκαιρο τὸ ἔργο τοῦ Ἁγίου Μαξίμου τοῦ Ὁμολογητῆ ποὺ γιορτάζει σήμερα “Περὶ ἀγάπης”.

Πρώτη ἑκατοντάδα, κεφάλαια ιγ-ιζ: 

ιγ΄. Ὁ ἀγαπῶν τόν Θεόν, οὐ δύναται μή καί πάντα ἄνθρωπον ὡς ἑαυτόν ἀγαπῆσαι, εἰ καί πρός τά πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διό καί τήν ἐπιστροφήν [edit. περιστρ.] αὐτῶν βλέπων καί τήν διόρθωσιν, ἀμετρήτῳ καί ἀνεκλαλήτῳ χαίρει χαρᾷ.

Ὅποιος ἀγαπᾶ τὸ Θεό, δὲν μπορεῖ καῖ νὰ μῆν ἀγαπήσει σὰν τὸν ἑαυτό του κάθε ἀνθρωπο, ἄν καὶ τοῦτο δυσχεραίνεται ὅταν ἐκεῖνος δὲν ἔχει καθαριστεῖ ἀπὸ τὰ πάθη. Γι’ αὐτὸ καὶ βλέποντας [τὸν συνάνθρωπό του] νὰ μεταστρέφεται καὶ νὰ διορθώνεται, νοιώθει ἀμέτρητη καὶ ἀφάνταση χαρά.    

ιδ΄. Ἀκάθαρτος ἐστι ψυχή ἐμπαθής· λογισμῶν ἐπιθυμίας καί μίσους πεπληρωμένη.

Ἡ ἐμπαθὴς ψυχὴ εἶναι ἀκάθαρτη, γεμάτη λογισμοὺς ἐπιθυμίας καὶ μίσος.

ιε΄. Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διά οἰονδήποτε πταῖσμα πρός τόν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεόν ἀγάπης· διότι ἡ εἰς Θεόν ἀγάπη, τῆς εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.

Ὅποιος βλέπει ἴχνος μίσους στὴν καρδιά του, γιὰ ὁποιοδήποτε πταῖσμα ὁποιουδήποτε ἀνθρώπου, εἶναι ἐντελῶς ξένος μὲ τὴν άγάπη πρὸς τὸ Θεό, διότι ἡ ἀγἀπη πρὸς τὸ Θεό, καθόλου δὲν ἀνέχεται μίσος πρὸς ἄνθρωπο.   

ιστ΄. Ὁ ἀγαπῶν με, φησίν ὁ Κύριος, τάς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολή ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μή ἀγαπῶν τόν πλησίον, τήν ἐντολήν οὐ τηρεῖ. Ὁ δέ τήν ἐντολήν μή τηρῶν, οὐδέ τόν Κύριον ἀγαπῆσαι δύναται.

Ὅποιος μὲ ἀγαπᾶ, λέει ὁ Κύριος, θὰ τηρήσει τὶς ἒντολές μου καὶ αὐτὴ εἶναι ἡ δική μου ἐντολή, νὰ ἀγαπᾶτε ἀλλήλους. Ὅποιος λοιπὸν δὲν ἀγαπᾶ τὸν πλησίον, δὲν τηρεῖ τὴν ἐντολή. Κι ὅποιος δὲν τηρεῖ τὴν ἐντολή, οὔτε τὸν Κύριο μπορεῖ νὰ ἀγαπήσει.  

ιζ΄. Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς.

Μακάριος ὁ ἄνθρωπος, ποὺ μπόρεσε νὰ ἀγαπήσει κάθε ἄνθρωπο ἐξίσου. 

Μετάφραση μὲ πλάγια. Γ.Ζ.