«Εἰς τὸ μνῆμα σὲ ἐπεζήτησεν, ἐλθοῦσα τῇ μία τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνή. μὴ εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα. Οἴμοι! Σωτήρ μου, πῶς ἐκλάπης πάντων βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα. Τὶ κλαίεις, ὧ γύναι; Κλαίω, φησίν, ὅτι ἦραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὐκ οἴδα ποῦ ἔθηκαν αὑτόν. Αὑτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδε σε, εὐθέως ἐβόα: Ὁ Κύριος μου καὶ ὁ Θεός μου, δόξα σοι» (Παρακλητική, Αἶνοι Κυριακῆς, γ’ ἤχου) Details

